Εμφάνιση αναρτήσεων με ετικέτα ΑΠΟΛΥΤΙΚΙΟ. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα ΑΠΟΛΥΤΙΚΙΟ. Εμφάνιση όλων των αναρτήσεων

Σάββατο 9 Νοεμβρίου 2013

Απολυτίκιο Αγίου Νεκταρίου Πενταπόλεως - 9 ΝΟΕΜΒΡΙΟΥ


Σηλυβρίας τὸν γόνον καὶ Αἰγίνης τὸν ἔφορον, τὸν ἐσχάτοις χρόνοις φανέντα, ἀρετῆς φίλον γνήσιον, Νεκτάριον τιμήσωμεν πιστοί, ὡς ἔνθεον θεράποντα Χριστοῦ· ἀναβλύζει γὰρ ἰάσεις παντοδαπάς, τοῖς εὐλαβῶς κραυγάζουσι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πάσιν ἰάματα.

Παρασκευή 8 Νοεμβρίου 2013

Απολυτίκιο Σύναξης των Παμμεγίστων Ταξιαρχών Μιχαήλ και Γαβριήλ - 8 ΝΟΕΜΒΡΙΟΥ


Ἦχος δ’. Τῶν οὐρανίωv στρατιῶν Ἀρχιστράτηγοι, δυσωποῦμεv ὑμᾶς ἡμεῖς οἱ ἀνάξιοι, ἵvα ταῖς ὑμῶv δεήσεσι, τειχίσητε ἡμᾶς, σκέπῃ τῶν πτερύγωv, τῆς ἀΰλου ὑμῶν δόξης, φρουροῦvτες ἡμᾶς προσπίπτοντας, ἐκτεvῶς καὶ βοῶντας· Ἐκ τῶν κινδύνων λυτρώσασθε ἡμᾶς, ὡς Ταξιάρχαι τῶν ἄνω Δυνάμεων.

Τρίτη 17 Σεπτεμβρίου 2013

Απολυτίκιον Αγίας Σοφίας, Πίστης, Ελπίδας και Αγάπης.


Ἀπολυτίκιον
Ἦχος πλ. α'. Τὸν συνάναρχον Λόγον.
Ὡς ἐλαία κατάκαρπος ἀνεβλάστησας ἐν ταῖς αὐλαῖς τοῦ Κυρίου, Σοφία μάρτυς σεμνὴ, καὶ προσήγαγες Χριστῷ καρπὸν ἡδύτατον τοὺς τῆς νηδύος σου βλαστούς, δι' ἀγώνων εὐαγῶν, Ἀγάπην τε καὶ Ἐλπίδα σὺν τῇ θεόφρονι Πίστει, μεθ' ὧν δυσώπει ὑπὲρ πάντων ἡμῶν.

Κυριακή 8 Σεπτεμβρίου 2013

Απολυτίκιον Γενέσεως της Θεοτόκου.


Ἀπολυτίκιον
Ἦχος δ'.
Ἡ γέννησίς σου Θεοτόκε, χαρὰν ἐμήνυσε πάσῃ τῇ οικουμένῃ, ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν εὐλογίαν, καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον.

Παρασκευή 30 Αυγούστου 2013

Απολυτίκιο του Αγ. Αλεξάνδρου - 30 ΑΥΓΟΥΣΤΟΥ


 Ἀπολυτίκιον
Ἦχος γ´. Τὴν ὡραιότητα.
Μύσται οὐράνιοι ἀποδεικνύμενοι, θεῖοι ἐκφάντορες τῷ κόσμῳ ὤφθητε, τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ, ποιμάναντες θεαρέστως, ἱερὲ Ἀλέξανδρε, τῆς Τριάδος ὁ πρόμαχος, Ἰωάννη ἔνδοξε, ὁ τῆς χάριτος τρόφιμος, καὶ Παῦλε Ἱερέων ἀκρότης, ὅθεν ὑμᾶς ἀνευφημοῦμεν.

 

Τρίτη 27 Αυγούστου 2013

Απολυτίκιο του Αγίου Φανουρίου.


Ἀπολυτίκιον
Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Ουράνιον εφύμνιον εν γή τελείται λαμπρώς, επίγειον πανήγυριν, νύν εορτάζει φαιδρώς, Αγγέλων πολίτευμα, άνωθεν υμνωδίαις ευφημούσιν τους άθλους, κάτωθεν Εκκλησία, την ουράνιον δόξαν, ην εύρες πόνοις και άθλοις, τοις σοίς Φανούριε ένδοξε.

Κυριακή 20 Ιανουαρίου 2013

Απολυτίκιον του Αγίου Ευθυμίου - 20 ΙΑΝΟΥΑΡΙΟΥ.


Ἀπολυτίκιον
Ἦχος δ'.
Εὐφραίνου ἔρημος ἡ σὺ τίκτουσα, εὐθύμησον ἡ οὐκ ὠδίνουσα· ὅτι ἐπλήθυνέ σοι τέκνα, ἀνήρ ἐπιθυμιῶν τῶν τοῦ Πνεύματος, εὐσεβείᾳ φυτεύσας, ἐγκρατείᾳ ἐκθρέψας, εἰς ἀρετῶν τελειότητα. Ταῖς αὐτοῦ ἱκεσίαις, Χριστέ ὁ Θεός, εἰρήνευσον τήν ζωήν ἡμῶν.

Σάββατο 19 Ιανουαρίου 2013

Απολυτίκιον Αγίου Μάρκου του Ευγενικού - 19 ΙΑΝΟΥΑΡΙΟΥ


Ἀπολυτίκιον
Ήχος γ'. Θείας πίστεως
Θείας πίστεως, ομολογία, μέγον εύρατο, η Εκκλησία, ζηλωτήν σε θειε Μάρκε πανεύφημε, υπερμαχούντα πατρώου φρονήματος, και καθαιρούντα του σκότους υψώματα. Όθεν άφεσιν, Χριστόν τον θεόν ικέτευε, δωρήσασθαι ημίν τοις σε γεραίρουσι.

Παρασκευή 18 Ιανουαρίου 2013

Απολυτίκιον του Αγίου Αθανασίου - 18 ΙΑΝΟΥΑΡΙΟΥ.



Απολυτίκιον
Ήχος γ'. θείας πίστεως.
Στύλος γέγονας Ορθοδοξίας, θείοις δόγμασιν υποστηρίζων την Εκκλησίαν, ίεράρχα Αθανάσιε, τω γαρ Πατρί τον Υιών ομοούσιον, ανακηρύξας κατήσχυνας Άρειον. Πάτερ Όσιε, Χριστόν τον θεόν ικέτευε, δωρήσασθαι ημίν το μέγα έλεος.

Πέμπτη 17 Ιανουαρίου 2013

Απολυτίκιον του Αγίου Αντωνίου - 17 ΙΑΝΟΥΑΡΙΟΥ.


Ἀπολυτίκιον
Ἦχος δ'.
Τόν ζηλωτήν Ἠλίαν τοῖς τρόποις μιμούμενος, τῷ Βαπτιστῇ εὐθείαις ταῖς τρίβοις ἑπόμενος, Πάτερ Ἀντώνιε, τῆς ἐρήμου γέγονας οἰκιστής, καί τήν οἰκουμένην ἐστήριξας εὐχαῖς σου, διό πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τάς ψυχάς ἡμῶν.

Πέμπτη 10 Ιανουαρίου 2013

Απολυτίκιο Αγ. Γρηγορίου Επ. Νύσσης - 10 ΙΑΝΟΥΑΡΙΟΥ.


Ἀπολυτίκιον
Ἦχος γ'. Θείας πίστεως.
Θεῖον γρήγορσιν, ἐνδεδειγμένος, στόμα σύντονον, τῆς εὐσέβειας, ἀνεδείχθης Ἱεράρχα Γρηγόριε τὴ γὰρ σοφία τῶν θείων δογμάτων σου, τῆς Ἐκκλησίας εὐφραίνεις τὸ πλήρωμα. Πάτερ ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.

Τρίτη 1 Ιανουαρίου 2013

Απολυτίκιο Μεγάλου Βασιλείου - 1 ΙΑΝΟΥΑΡΙΟΥ.


Ἀπολυτίκιον
Ἦχος α'.
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος σου, ὡς δεξαμένην τὸν λόγον σου, δι' οὗ θεοπρεπῶς ἐδογμάτισας, τὴν φύσιν τῶν ὄντων ἐτράνωσας, τὰ τῶν ἀνθρώπων ἤθη κατεκόσμησας. Βασίλειον ἱεράτευμα, Πάτερ Ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Σάββατο 29 Δεκεμβρίου 2012

Απολυτίκιο των Σφαγιασθέντων Νηπίων - 29 ΔΕΚΕΜΒΡΙΟΥ.


Ἀπολυτίκιον
Ἦχος α'. Τὸν τάφον σου Σωτὴρ. (ψαλλόμενο ως κάθισμα)
Ως θύματα δεκτά, ως νεόδρεπτα ρόδα και θεία απαρχή, και νεόθυτοι άρνες, Χριστώ τω ώσπερ νήπιον, γεννηθέντι προσήχθητε, αγνά Νήπια, την του Ηρώδου κακίαν, στηλιτεύοντα και δυσωπούντα απαύστως, υπέρ των ψυχών ημών.

Πέμπτη 27 Δεκεμβρίου 2012

Απολυτίκιο του Αρχιδιακόνου Στεφάνου - 27 ΔΕΚΕΜΒΡΙΟΥ.


Ἀπολυτίκιον
Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Βασίλειον διάδημα, ἐστέφθη σὴ κορυφή, ἐξ ἄθλων ὧν ὑπέμεινας, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, Μαρτύρων Πρωτόαθλε· Στέφανε, σὺ γὰρ τὴν Ἰουδαίων, ἀπελέγξας μανίαν, εἶδες σου τὸν Σωτῆρα, τοῦ Πατρὸς δεξιόθεν. Αὐτὸν οὖν ἐκδυσώπει ἀεί, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Τετάρτη 26 Δεκεμβρίου 2012

Απολυτίκιο Σύναξης Υπεραγίας Θεοτόκου - 26 ΔΕΚΕΜΒΡΙΟΥ.


Ἀπολυτίκιον
Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Ὡς βρέφος βαστάζουσα, ἐν ταὶς ἀγκάλαις Ἁγνή, τὸν πάντων δεσπόζοντα, σάρκα λαβόντα ἔκ σοῦ, χαρᾶς ὤφθης πρόξενος, ὅθεν πᾶσα ἡ κτίσις, ἀνυμνεῖ χαρμοσύνως, σήμερον Θεοτόκε, τὴν φρικτήν σου λοχείαν πηγὴν γὰρ ἀθανασίας, κόσμω ἐκύησας.

Δευτέρα 17 Δεκεμβρίου 2012

Απολυτίκιο του Αγίου Διονυσίου- 17 ΔΕΚΕΜΒΡΙΟΥ


Ἀπολυτίκιον
Ἦχος α'. Τοῦ λίθου σφραγισθέντος.
Τῆς Ζακύνθου τὸv γόνον καὶ Αἰγίvης τὸν πρόεδρον, τὸv φρουρὸν μονῆς τὼv Στροφάδωv, Διοvύσιοv ἅπαντες, τιμήσωμεv συμφώνως οἱ πιστοί, βοῶντες πρὸς αὐτὸν εἰλικριvῶς· Tαῖς λιταῖς τοὺς τὴv σὴν μνήμην ἐπιτελοῦντας σῶσον καὶ βοῶντάς σοι· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ· δόξα τῷ σὲ θαυμαστώσαντι· δόξα τῷ δωρησαμένῳ σε ἡμῖv, πρέσβυν ἀκοίμητον.

Σάββατο 15 Δεκεμβρίου 2012

Ἀπολυτίκιον Ἁγίου Ἱερομάρτυρος Ἐλευθερίου.


Ἱερέων ποδήρει κατακοσμούμενος, καὶ αἱμάτων τοῖς ῥείθροις ἐπισταζόμενος, τῷ Δεσπότῃ σου Χριστῷ μάκαρ ἀνέδραμες, Ἐλευθέριε σοφέ, καθαιρέτα τοῦ Σατᾶν. Διὸ μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῶν πίστει τιμώντων, τὴν μακαρίαν σου ἄθλησιν.

Τετάρτη 12 Δεκεμβρίου 2012

Απολυτίκιον Αγίου Σπυρίδωνος.


Ἀπολυτίκιον
Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.

Τῆς Συνόδου τῆς πρώτης ἀνεδείχθης ὑπέρμαχος, καὶ θαυματουργὸς θεοφόρε, Σπυρίδων Πατὴρ ἡμῶν· διὸ νεκρᾷ σὺ ἐν τάφῳ προσφωνεῖς, καὶ ὄφιν εἰς χρυσοῦν μετέβαλες· καὶ ἐν τῷ μέλπειν τὰς ἁγίας σου εὐχάς, Ἀγγέλους ἔσχες συλλειτουργούντάς σοι Ἱερώτατε. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ· δόξα τῷ σὲ στεφανώσαντι· δόξα τῷ ἐνεργούντι διὰ σοῦ, πᾶσιν ἰάματα.